7.329 ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς ,
7.330 εὐχόμενος δ’ ἄρα εἶπεν , ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
7.331 Ζεῦ πάτερ , αἴθ’ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
7.332 Ἀλκίνοος · τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
7.333 ἄσβεστον κλέος εἴη , ἐγὼ δέ κε πατρίδ’ ἱκοίμην .
7.334 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ·
7.335 κέκλετο δ’ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
7.336 δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
7.337 πορφύρε’ ἐμβαλέειν , στορέσαι τ’ ἐφύπερθε τάπητας
7.338 χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι .
7.339 αἱ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι ·
7.340 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι ,
7.341 ὤτρυνον δ’ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν ·
7.342 ὄρσο κέων , ξεῖνε · πεποίηται δέ τοι εὐνή .
7.343 ὣς φάν , τῷ δ’ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι .
7.344 ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
7.345 τρητοῖς ἐν λεχέεσσιν ὑπ’ αἰθούσῃ ἐριδούπῳ ·
7.346 Ἀλκίνοος δ’ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο ,
7.347 πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν .