7.273 ὤρινεν δὲ θάλασσαν ἀθέσφατον , οὐδέ τι κῦμα
7.274 εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι .
7.275 τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ’ · αὐτὰρ ἐγώ γε
7.276 νηχόμενος τόδε λαῖτμα διέτμαγον , ὄφρα με γαίῃ
7.277 ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ .
7.278 ἔνθα κέ μ’ ἐκβαίνοντα βιήσατο κῦμ’ ἐπὶ χέρσου ,
7.279 πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ ·
7.280 ἀλλ’ ἀναχασσάμενος νῆχον πάλιν , ἧος ἐπῆλθον
7.281 ἐς ποταμόν , τῇ δή μοι ἐείσατο χῶρος ἄριστος ,
7.282 λεῖος πετράων , καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο .
7.283 ἐκ δ’ ἔπεσον θυμηγερέων , ἐπὶ δ’ ἀμβροσίη νὺξ
7.284 ἤλυθ’ . ἐγὼ δ’ ἀπάνευθε διιπετέος ποταμοῖο
7.285 ἐκβὰς ἐν θάμνοισι κατέδραθον , ἀμφὶ δὲ φύλλα
7.286 ἠφυσάμην · ὕπνον δὲ θεὸς κατ’ ἀπείρονα χεῦεν .
7.287 ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
7.288 εὗδον παννύχιος καὶ ἐπ’ ἠῶ καὶ μέσον ἦμαρ .
7.289 δείλετό τ’ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν .
7.290 ἀμφιπόλους δ’ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
7.291 παιζούσας , ἐν δ’ αὐτὴ ἔην ἐικυῖα θεῇσι ·
7.292 τὴν ἱκέτευσ’ · δ’ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ ,
7.293 ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
7.294 ἐρξέμεν · αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν .
7.295 μοι σῖτον ἔδωκεν ἅλις ἠδ’ αἴθοπα οἶνον
7.296 καὶ λοῦσ’ ἐν ποταμῷ καί μοι τάδε εἵματ’ ἔδωκε .
7.297 ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα .
7.298 τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
7.299 ξεῖν’ , τοι μὲν τοῦτο γ’ ἐναίσιμον οὐκ ἐνόησε
7.300 παῖς ἐμή , οὕνεκά σ’ οὔ τι μετ’ ἀμφιπόλοισι γυναιξὶν
7.301 ἦγεν ἐς ἡμέτερον , σὺ δ’ ἄρα πρώτην ἱκέτευσας .