5.461 ἂψ δ’ ἔφερεν μέγα κῦμα κατὰ ῥόον , αἶψα δ’ ἄρ’ Ἰνὼ
5.462 δέξατο χερσὶ φίλῃσιν · δ’ ἐκ ποταμοῖο λιασθεὶς
5.463 σχοίνῳ ὑπεκλίνθη , κύσε δὲ ζείδωρον ἄρουραν .
5.464 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν ·
5.465 μοι ἐγώ , τί πάθω ; τί νύ μοι μήκιστα γένηται ;
5.466 εἰ μέν κ’ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω ,
5.467 μή μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
5.468 ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν ·
5.469 αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό .
5.470 εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
5.471 θάμνοις ἐν πυκινοῖσι καταδράθω , εἴ με μεθείη
5.472 ῥῖγος καὶ κάματος , γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ ,
5.473 δείδω , μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι .
5.474 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ·
5.475 βῆ ῥ’ ἴμεν εἰς ὕλην · τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
5.476 ἐν περιφαινομένῳ · δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους ,
5.477 ἐξ ὁμόθεν πεφυῶτας · μὲν φυλίης , δ’ ἐλαίης .
5.478 τοὺς μὲν ἄρ’ οὔτ’ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων ,
5.479 οὔτε ποτ’ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν ,
5.480 οὔτ’ ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνοὶ
5.481 ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς · οὓς ὑπ’ Ὀδυσσεὺς
5.482 δύσετ’ . ἄφαρ δ’ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
5.483 εὐρεῖαν · φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή ,
5.484 ὅσσον τ’ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
5.485 ὥρῃ χειμερίῃ , εἰ καὶ μάλα περ χαλεπαίνοι .
5.486 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς ,
5.487 ἐν δ’ ἄρα μέσσῃ λέκτο , χύσιν δ’ ἐπεχεύατο φύλλων .