3.236 ἀλλ’ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
3.237 καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν , ὁππότε κεν δὴ
3.238 μοῖρ’ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο .
3.239 τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
3.240 Μέντορ , μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ ·
3.241 κείνῳ δ’ οὐκέτι νόστος ἐτήτυμος , ἀλλά οἱ ἤδη
3.242 φράσσαντ’ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν .
3.243 νῦν δ’ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
3.244 Νέστορ’ , ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων ·
3.245 τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε’ ἀνδρῶν ·
3.246 ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι .
3.247 Νέστορ Νηληϊάδη , σὺ δ’ ἀληθὲς ἐνίσπες ·
3.248 πῶς ἔθαν’ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ;
3.249 ποῦ Μενέλαος ἔην ; τίνα δ’ αὐτῷ μήσατ’ ὄλεθρον
3.250 Αἴγισθος δολόμητις , ἐπεὶ κτάνε πολλὸν ἀρείω ;
3.251 οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ , ἀλλά πῃ ἄλλῃ
3.252 πλάζετ’ ἐπ’ ἀνθρώπους , δὲ θαρσήσας κατέπεφνε ;
3.253 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
3.254 τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθέα πάντ’ ἀγορεύσω .
3.255 τοι μὲν τάδε καὐτὸς ὀίεαι , ὥς κεν ἐτύχθη ,
3.256 εἰ ζωόν γ’ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
3.257 Ἀτρεΐδης Τροίηθεν ἰών , ξανθὸς Μενέλαος ·
3.258 τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν ,
3.259 ἀλλ’ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
3.260 κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος , οὐδέ κέ τίς μιν
3.261 κλαῦσεν Ἀχαιιάδων · μάλα γὰρ μέγα μήσατο ἔργον .
3.262 ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
3.263 ἥμεθ’ · δ’ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
3.264 πόλλ’ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ’ ἐπέεσσιν .