3.265 δ’ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
3.266 δῖα Κλυταιμνήστρη · φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσι ·
3.267 πὰρ δ’ ἄρ’ ἔην καὶ ἀοιδὸς ἀνήρ , πόλλ’ ἐπέτελλεν
3.268 Ἀτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν .
3.269 ἀλλ’ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι ,
3.270 δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
3.271 κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι ,
3.272 τὴν δ’ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε .
3.273 πολλὰ δὲ μηρί’ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς ,
3.274 πολλὰ δ’ ἀγάλματ’ ἀνῆψεν , ὑφάσματά τε χρυσόν τε ,
3.275 ἐκτελέσας μέγα ἔργον , οὔ ποτε ἔλπετο θυμῷ .
3.276 ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες ,
3.277 Ἀτρεΐδης καὶ ἐγώ , φίλα εἰδότες ἀλλήλοισιν ·
3.278 ἀλλ’ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ’ , ἄκρον Ἀθηνέων ,
3.279 ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
3.280 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε ,
3.281 πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα ,
3.282 Φρόντιν Ὀνητορίδην , ὃς ἐκαίνυτο φῦλ’ ἀνθρώπων
3.283 νῆα κυβερνῆσαι , ὁπότε σπέρχοιεν ἄελλαι .
3.284 ὣς μὲν ἔνθα κατέσχετ’ , ἐπειγόμενός περ ὁδοῖο ,
3.285 ὄφρ’ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν .
3.286 ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
3.287 ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
3.288 ἷξε θέων , τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
3.289 ἐφράσατο , λιγέων δ’ ἀνέμων ἐπ’ ἀυτμένα χεῦε ,
3.290 κύματά τε τροφέοντο πελώρια , ἶσα ὄρεσσιν .
3.291 ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν ,
3.292 ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα .
3.293 ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
3.294 ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ ·