3.208 ἀλλ’ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον ,
3.209 πατρί τ’ ἐμῷ καὶ ἐμοί · νῦν δὲ χρὴ τετλάμεν ἔμπης .
3.210 τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ ·
3.211 φίλ’ , ἐπεὶ δὴ ταῦτά μ’ ἀνέμνησας καὶ ἔειπες ,
3.212 φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
3.213 ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι ·
3.214 εἰπέ μοι , ἠὲ ἑκὼν ὑποδάμνασαι , σέ γε λαοὶ
3.215 ἐχθαίρουσ’ ἀνὰ δῆμον , ἐπισπόμενοι θεοῦ ὀμφῇ .
3.216 τίς δ’ οἶδ’ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών ,
3.217 γε μοῦνος ἐὼν καὶ σύμπαντες Ἀχαιοί ;
3.218 εἰ γάρ σ’ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη ,
3.219 ὡς τότ’ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
3.220 δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγε’ Ἀχαιοί
3.221 οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας ,
3.222 ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη
3.223 εἴ σ’ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ ,
3.224 τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο .
3.225 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
3.226 γέρον , οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω ·
3.227 λίην γὰρ μέγα εἶπες · ἄγη μ’ ἔχει . οὐκ ἂν ἐμοί γε
3.228 ἐλπομένω τὰ γένοιτ’ , οὐδ’ εἰ θεοὶ ὣς ἐθέλοιεν .
3.229 τὸν δ’ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
3.230 Τηλέμαχε , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
3.231 ῥεῖα θεός γ’ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι .
3.232 βουλοίμην δ’ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
3.233 οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι ,
3.234 ἐλθὼν ἀπολέσθαι ἐφέστιος , ὡς Ἀγαμέμνων
3.235 ὤλεθ’ ὑπ’ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο .