2.342 ἑξείης ποτὶ τοῖχον ἀρηρότες , εἴ ποτ’ Ὀδυσσεὺς
2.343 οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας .
2.344 κληισταὶ δ’ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι ,
2.345 δικλίδες · ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
2.346 ἔσχ’ , πάντ’ ἐφύλασσε νόου πολυϊδρείῃσιν ,
2.347 Εὐρύκλει’ , Ὦπος θυγάτηρ Πεισηνορίδαο .
2.348 τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας ·
2.349 μαῖ’ , ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
2.350 ἡδύν , ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
2.351 κεῖνον ὀιομένη τὸν κάμμορον , εἴ ποθεν ἔλθοι
2.352 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας .
2.353 δώδεκα δ’ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας .
2.354 ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν ·
2.355 εἴκοσι δ’ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς .
2.356 αὐτὴ δ’ οἴη ἴσθι · τὰ δ’ ἁθρόα πάντα τετύχθω ·
2.357 ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι , ὁππότε κεν δὴ
2.358 μήτηρ εἰς ὑπερῷ’ ἀναβῇ κοίτου τε μέδηται .
2.359 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
2.360 νόστον πευσόμενος πατρὸς φίλου , ἤν που ἀκούσω .
2.361 ὣς φάτο , κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια ,
2.362 καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
2.363 τίπτε δέ τοι , φίλε τέκνον , ἐνὶ φρεσὶ τοῦτο νόημα
2.364 ἔπλετο ; πῇ δ’ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
2.365 μοῦνος ἐὼν ἀγαπητός ; δ’ ὤλετο τηλόθι πάτρης
2.366 διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ .
2.367 οἱ δέ τοι αὐτίκ’ ἰόντι κακὰ φράσσονται ὀπίσσω ,
2.368 ὥς κε δόλῳ φθίῃς , τάδε δ’ αὐτοὶ πάντα δάσονται .
2.369 ἀλλὰ μέν’ αὖθ’ ἐπὶ σοῖσι καθήμενος · οὐδέ τί σε χρὴ
2.370 πόντον ἐπ’ ἀτρύγετον κακὰ πάσχειν οὐδ’ ἀλάλησθαι .