2.314 νῦν δ’ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
2.315 πυνθάνομαι , καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός ,
2.316 πειρήσω , ὥς κ’ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ,
2.317 ἠὲ Πύλονδ’ ἐλθών , αὐτοῦ τῷδ’ ἐνὶ δήμῳ .
2.318 εἶμι μέν , οὐδ’ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω ,
2.319 ἔμπορος · οὐ γὰρ νηὸς ἐπήβολος οὐδ’ ἐρετάων
2.320 γίγνομαι · ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι .
2.321 ῥα , καὶ ἐκ χειρὸς χεῖρα σπάσατ’ Ἀντινόοιο
2.322 ῥεῖα · μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο .
2.323 οἱ δ’ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν .
2.324 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
2.325 μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει .
2.326 τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
2.327 γε καὶ Σπάρτηθεν , ἐπεί νύ περ ἵεται αἰνῶς ·
2.328 ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει , πίειραν ἄρουραν ,
2.329 ἐλθεῖν , ὄφρ’ ἔνθεν θυμοφθόρα φάρμακ’ ἐνείκῃ ,
2.330 ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ .
2.331 ἄλλος δ’ αὖτ’ εἴπεσκε νέων ὑπερηνορεόντων ·
2.332 τίς δ’ οἶδ’ , εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
2.333 τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς ;
2.334 οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν ·
2.335 κτήματα γάρ κεν πάντα δασαίμεθα , οἰκία δ’ αὖτε
2.336 τούτου μητέρι δοῖμεν ἔχειν ἠδ’ ὅς τις ὀπυίοι .
2.337 ὣς φάν , δ’ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
2.338 εὐρύν , ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
2.339 ἐσθής τ’ ἐν χηλοῖσιν ἅλις τ’ ἐυῶδες ἔλαιον ·
2.340 ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
2.341 ἕστασαν , ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες ,