2.170 οὐ γὰρ ἀπείρητος μαντεύομαι , ἀλλ’ ἐὺ εἰδώς ·
2.171 καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα ,
2.172 ὥς οἱ ἐμυθεόμην , ὅτε Ἴλιον εἰσανέβαινον
2.173 Ἀργεῖοι , μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς .
2.174 φῆν κακὰ πολλὰ παθόντ’ , ὀλέσαντ’ ἄπο πάντας ἑταίρους ,
2.175 ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
2.176 οἴκαδ’ ἐλεύσεσθαι · τὰ δὲ δὴ νῦν πάντα τελεῖται .
2.177 τὸν δ’ αὖτ’ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα ·
2.178 γέρον , εἰ δ’ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
2.179 οἴκαδ’ ἰών , μή πού τι κακὸν πάσχωσιν ὀπίσσω ·
2.180 ταῦτα δ’ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι .
2.181 ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο
2.182 φοιτῶσ’ , οὐδέ τε πάντες ἐναίσιμοι · αὐτὰρ Ὀδυσσεὺς
2.183 ὤλετο τῆλ’ , ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
2.184 ὤφελες . οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες ,
2.185 οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ’ ἀνιείης ,
2.186 σῷ οἴκῳ δῶρον ποτιδέγμενος , αἴ κε πόρῃσιν .
2.187 ἀλλ’ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
2.188 αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
2.189 παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν ,
2.190 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται ,
2.191 πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε ·
2.192 σοὶ δέ , γέρον , θωὴν ἐπιθήσομεν , ἥν κ’ ἐνὶ θυμῷ
2.193 τίνων ἀσχάλλῃς · χαλεπὸν δέ τοι ἔσσεται ἄλγος .
2.194 Τηλεμάχῳ δ’ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός ·
2.195 μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι ·
2.196 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
2.197 πολλὰ μάλ’ , ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι .
2.198 οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν