2.140 ὑμὰ κτήματ’ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους .
2.141 εἰ δ’ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
2.142 ἔμμεναι , ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι ,
2.143 κείρετ’ · ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας ,
2.144 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι .
2.145 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε .
2.146 ὣς φάτο Τηλέμαχος , τῷ δ’ αἰετὼ εὐρύοπα Ζεὺς
2.147 ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι .
2.148 τὼ δ’ ἕως μέν ῥ’ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
2.149 πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν ·
2.150 ἀλλ’ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην ,
2.151 ἔνθ’ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά ,
2.152 ἐς δ’ ἰδέτην πάντων κεφαλάς , ὄσσοντο δ’ ὄλεθρον ·
2.153 δρυψαμένω δ’ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
2.154 δεξιὼ ἤιξαν διά τ’ οἰκία καὶ πόλιν αὐτῶν .
2.155 θάμβησαν δ’ ὄρνιθας , ἐπεὶ ἴδον ὀφθαλμοῖσιν ·
2.156 ὥρμηναν δ’ ἀνὰ θυμὸν περ τελέεσθαι ἔμελλον .
2.157 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
2.158 Μαστορίδης · γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
2.159 ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι ·
2.160 σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε ·
2.161 κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω ·
2.162 μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω ·
2.163 τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται · οὐ γὰρ Ὀδυσσεὺς
2.164 δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται , ἀλλά που ἤδη
2.165 ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
2.166 πάντεσσιν · πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται ,
2.167 οἳ νεμόμεσθ’ Ἰθάκην ἐυδείελον . ἀλλὰ πολὺ πρὶν
2.168 φραζώμεσθ’ , ὥς κεν καταπαύσομεν · οἱ δὲ καὶ αὐτοὶ
2.169 παυέσθων · καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν .