2.113 μητέρα σὴν ἀπόπεμψον , ἄνωχθι δέ μιν γαμέεσθαι
2.114 τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ .
2.115 εἰ δ’ ἔτ’ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν ,
2.116 τὰ φρονέουσ’ ἀνὰ θυμόν , οἱ πέρι δῶκεν Ἀθήνη
2.117 ἔργα τ’ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
2.118 κέρδεά θ’ , οἷ’ οὔ πώ τιν’ ἀκούομεν οὐδὲ παλαιῶν ,
2.119 τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί ,
2.120 Τυρώ τ’ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη ·
2.121 τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
2.122 ᾔδη · ἀτὰρ μὲν τοῦτό γ’ ἐναίσιμον οὐκ ἐνόησε .
2.123 τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ’ ἔδονται ,
2.124 ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον , ὅν τινά οἱ νῦν
2.125 ἐν στήθεσσι τιθεῖσι θεοί . μέγα μὲν κλέος αὐτῇ
2.126 ποιεῖτ’ , αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο .
2.127 ἡμεῖς δ’ οὔτ’ ἐπὶ ἔργα πάρος γ’ ἴμεν οὔτε πῃ ἄλλῃ ,
2.128 πρίν γ’ αὐτὴν γήμασθαι Ἀχαιῶν κ’ ἐθέλῃσι .
2.129 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2.130 Ἀντίνο’ , οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
2.131 μ’ ἔτεχ’ , μ’ ἔθρεψε · πατὴρ δ’ ἐμὸς ἄλλοθι γαίης ,
2.132 ζώει γ’ τέθνηκε · κακὸν δέ με πόλλ’ ἀποτίνειν
2.133 Ἰκαρίῳ , αἴ κ’ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω .
2.134 ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι , ἄλλα δὲ δαίμων
2.135 δώσει , ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ’ ἐρινῦς
2.136 οἴκου ἀπερχομένη · νέμεσις δέ μοι ἐξ ἀνθρώπων
2.137 ἔσσεται · ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω .
2.138 ὑμέτερος δ’ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν ,
2.139 ἔξιτέ μοι μεγάρων , ἄλλας δ’ ἀλεγύνετε δαῖτας