2.199 μνηστύος ἀργαλέης , ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης ,
2.200 οὔτ’ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα ,
2.201 οὔτε θεοπροπίης ἐμπαζόμεθ’ , ἣν σύ , γεραιέ ,
2.202 μυθέαι ἀκράαντον , ἀπεχθάνεαι δ’ ἔτι μᾶλλον .
2.203 χρήματα δ’ αὖτε κακῶς βεβρώσεται , οὐδέ ποτ’ ἶσα
2.204 ἔσσεται , ὄφρα κεν γε διατρίβῃσιν Ἀχαιοὺς
2.205 ὃν γάμον · ἡμεῖς δ’ αὖ ποτιδέγμενοι ἤματα πάντα
2.206 εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν , οὐδὲ μετ’ ἄλλας
2.207 ἐρχόμεθ’ , ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ .
2.208 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
2.209 Εὐρύμαχ’ ἠδὲ καὶ ἄλλοι , ὅσοι μνηστῆρες ἀγαυοί ,
2.210 ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ’ ἀγορεύω ·
2.211 ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί .
2.212 ἀλλ’ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ’ ἑταίρους ,
2.213 οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον .
2.214 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
2.215 νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο ,
2.216 ἤν τίς μοι εἴπῃσι βροτῶν ὄσσαν ἀκούσω
2.217 ἐκ Διός , τε μάλιστα φέρει κλέος ἀνθρώποισιν ·
2.218 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω ,
2.219 τ’ ἄν , τρυχόμενός περ , ἔτι τλαίην ἐνιαυτόν ·
2.220 εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ’ ἔτ’ ἐόντος ,
2.221 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
2.222 σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
2.223 πολλὰ μάλ’ , ὅσσα ἔοικε , καὶ ἀνέρι μητέρα δώσω .
2.224 τοι γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο , τοῖσι δ’ ἀνέστη
2.225 Μέντωρ , ὅς ῥ’ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος ,
2.226 καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα ,