1.211 Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν ·
1.212 ἐκ τοῦ δ’ οὔτ’ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ’ ἔμ’ ἐκεῖνος .
1.213 τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
1.214 τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλ’ ἀτρεκέως ἀγορεύσω .
1.215 μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι , αὐτὰρ ἐγώ γε
1.216 οὐκ οἶδ’ · οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω .
1.217 ὡς δὴ ἐγώ γ’ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
1.218 ἀνέρος , ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε .
1.219 νῦν δ’ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων ,
1.220 τοῦ μ’ ἔκ φασι γενέσθαι , ἐπεὶ σύ με τοῦτ’ ἐρεείνεις .
1.221 τὸν δ’ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη ·
1.222 οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
1.223 θῆκαν , ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια .
1.224 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ·
1.225 τίς δαίς , τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο ; τίπτε δέ σε χρεώ ;
1.226 εἰλαπίνη ἠὲ γάμος ; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν ·
1.227 ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
1.228 δαίνυσθαι κατὰ δῶμα . νεμεσσήσαιτό κεν ἀνὴρ
1.229 αἴσχεα πόλλ’ ὁρόων , ὅς τις πινυτός γε μετέλθοι .
1.230 τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
1.231 ξεῖν’ , ἐπεὶ ἂρ δὴ ταῦτά μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς ,
1.232 μέλλεν μέν ποτε οἶκος ὅδ’ ἀφνειὸς καὶ ἀμύμων
1.233 ἔμμεναι , ὄφρ’ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν ·
1.234 νῦν δ’ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες ,
1.235 οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
1.236 ἀνθρώπων , ἐπεὶ οὔ κε θανόντι περ ὧδ’ ἀκαχοίμην ,