1.237 εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ,
1.238 ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσεν .
1.239 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί ,
1.240 ἠδέ κε καὶ παιδὶ μέγα κλέος ἤρατ’ ὀπίσσω .
1.241 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο ·
1.242 οἴχετ’ ἄιστος ἄπυστος , ἐμοὶ δ’ ὀδύνας τε γόους τε
1.243 κάλλιπεν . οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
1.244 οἶον , ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε’ ἔτευξαν .
1.245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι ,
1.246 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ ,
1.247 ἠδ’ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν ,
1.248 τόσσοι μητέρ’ ἐμὴν μνῶνται , τρύχουσι δὲ οἶκον .
1.249 δ’ οὔτ’ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
1.250 ποιῆσαι δύναται · τοὶ δὲ φθινύθουσιν ἔδοντες
1.251 οἶκον ἐμόν · τάχα δή με διαρραίσουσι καὶ αὐτόν .
1.252 τὸν δ’ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη ·
1.253 πόποι , δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
1.254 δεύῃ , κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη .
1.255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
1.256 σταίη , ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε ,
1.257 τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ’ ἐνόησα
1.258 οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε ,
1.259 ἐξ Ἐφύρης ἀνιόντα παρ’ Ἴλου Μερμερίδαο
1.260 ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
1.261 φάρμακον ἀνδροφόνον διζήμενος , ὄφρα οἱ εἴη
1.262 ἰοὺς χρίεσθαι χαλκήρεας · ἀλλ’ μὲν οὔ οἱ
1.263 δῶκεν , ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας ,
1.264 ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός · φιλέεσκε γὰρ αἰνῶς
1.265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς ·
1.266 πάντες κ’ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε .