1.182 νῦν δ’ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ’ ἑτάροισιν
1.183 πλέων ἐπὶ οἴνοπα πόντον ἐπ’ ἀλλοθρόους ἀνθρώπους ,
1.184 ἐς Τεμέσην μετὰ χαλκόν , ἄγω δ’ αἴθωνα σίδηρον .
1.185 νηῦς δέ μοι ἥδ’ ἕστηκεν ἐπ’ ἀγροῦ νόσφι πόληος ,
1.186 ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι .
1.187 ξεῖνοι δ’ ἀλλήλων πατρώιοι εὐχόμεθ’ εἶναι
1.188 ἐξ ἀρχῆς , εἴ πέρ τε γέροντ’ εἴρηαι ἐπελθὼν
1.189 Λαέρτην ἥρωα , τὸν οὐκέτι φασὶ πόλινδε
1.190 ἔρχεσθ’ , ἀλλ’ ἀπάνευθεν ἐπ’ ἀγροῦ πήματα πάσχειν
1.191 γρηὶ σὺν ἀμφιπόλῳ , οἱ βρῶσίν τε πόσιν τε
1.192 παρτιθεῖ , εὖτ’ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
1.193 ἑρπύζοντ’ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο .
1.194 νῦν δ’ ἦλθον · δὴ γάρ μιν ἔφαντ’ ἐπιδήμιον εἶναι ,
1.195 σὸν πατέρ’ · ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου .
1.196 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς ,
1.197 ἀλλ’ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
1.198 νήσῳ ἐν ἀμφιρύτῃ , χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
1.199 ἄγριοι , οἵ που κεῖνον ἐρυκανόωσ’ ἀέκοντα .
1.200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι , ὡς ἐνὶ θυμῷ
1.201 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω ,
1.202 οὔτε τι μάντις ἐὼν οὔτ’ οἰωνῶν σάφα εἰδώς .
1.203 οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
1.204 ἔσσεται , οὐδ’ εἴ πέρ τε σιδήρεα δέσματ’ ἔχῃσιν ·
1.205 φράσσεται ὥς κε νέηται , ἐπεὶ πολυμήχανός ἐστιν .
1.206 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
1.207 εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος .
1.208 αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
1.209 κείνῳ , ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ’ ἀλλήλοισιν ,
1.210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι , ἔνθα περ ἄλλοι