24.474
εἰπέ μοι εἰρομένῃ , τί νύ τοι νόος ἔνδοθι κεύθει ;
24.475
ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
24.476
τεύξεις , ἦ φιλότητα μετʹ ἀμφοτέροισι τίθησθα ;
24.477
τὴν δʹ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
24.478
τέκνον ἐμόν , τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς ;
24.479
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή ,
24.480
ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών ;
24.481
ἔρξον ὅπως ἐθέλεις · ἐρέω τέ τοι ὡς ἐπέοικεν .
24.482
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς ,
24.483
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί ,
24.484
ἡμεῖς δʹ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
24.485
ἔκλησιν θέωμεν · τοὶ δʹ ἀλλήλους φιλεόντων
24.486
ὡς τὸ πάρος , πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω .
24.487
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην ,
24.488
βῆ δὲ κατʹ Οὐλύμποιο καρήνων ἀΐξασα .
24.489
οἱ δʹ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο ,
24.490
τοῖς δʹ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
24.491
ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες .
24.492
ὣς ἔφατʹ · ἐκ δʹ υἱὸς Δολίου κίεν , ὡς ἐκέλευεν ·
24.493
στῆ δʹ ἄρʹ ἐπʹ οὐδὸν ἰών , τοὺς δὲ σχεδὸν ἔσιδε πάντας ·
24.494
αἶψα δʹ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα ·
24.495
οἵδε δὴ ἐγγὺς ἔασʹ · ἀλλʹ ὁπλιζώμεθα θᾶσσον .
24.496
ὣς ἔφαθʹ , οἱ δʹ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο ,
24.497
τέσσαρες ἀμφʹ Ὀδυσῆʹ , ἓξ δʹ υἱεῖς οἱ Δολίοιο ·
24.498
ἐν δʹ ἄρα Λαέρτης Δολίος τʹ ἐς τεύχεʹ ἔδυνον ,
24.499
καὶ πολιοί περ ἐόντες , ἀναγκαῖοι πολεμισταί .
24.500
αὐτὰρ ἐπεί ῥʹ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,