24.444
ἀθανάτων ἀέκητι θεῶν τάδʹ ἐμήσατο ἔργα ·
24.445
αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον , ὅς ῥʹ Ὀδυσῆϊ
24.446
ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει .
24.447
ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʹ Ὀδυσῆος
24.448
φαίνετο θαρσύνων , τοτὲ δὲ μνηστῆρας ὀρίνων
24.449
θῦνε κατὰ μέγαρον · τοὶ δʹ ἀγχιστῖνοι ἔπιπτον .
24.450
ὣς φάτο , τοὺς δʹ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει .
24.451
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
24.452
Μαστορίδης · ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω ·
24.453
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε ·
24.454
κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω ·
24.455
ὑμετέρῃ κακότητι , φίλοι , τάδε ἔργα γένοντο ·
24.456
οὐ γὰρ ἐμοὶ πείθεσθʹ , οὐ Μέντορι ποιμένι λαῶν ,
24.457
ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων ,
24.458
οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι ,
24.459
κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
24.460
ἀνδρὸς ἀριστῆος · τὸν δʹ οὐκέτι φάντο νέεσθαι .
24.461
καὶ νῦν ὧδε γένοιτο . πίθεσθέ μοι ὡς ἀγορεύω ·
24.462
μὴ ἴομεν , μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ .
24.463
ὣς ἔφαθʹ , οἱ δʹ ἄρʹ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
24.464
ἡμίσεων πλείους · τοὶ δʹ ἀθρόοι αὐτόθι μίμνον ·
24.465
οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν , ἀλλʹ Εὐπείθει
24.466
πείθοντʹ · αἶψα δʹ ἔπειτʹ ἐπὶ τεύχεα ἐσσεύοντο .
24.467
αὐτὰρ ἐπεί ῥʹ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,
24.468
ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο .
24.469
τοῖσιν δʹ Εὐπείθης ἡγήσατο νηπιέῃσι ·
24.470
φῆ δʹ ὅ γε τίσεσθαι παιδὸς φόνον , οὐδʹ ἄρʹ ἔμελλεν
24.471
ἂψ ἀπονοστήσειν , ἀλλʹ αὐτοῦ πότμον ἐφέψειν .
24.472
αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα ·
24.473
ὦ πάτερ ἡμέτερε , Κρονίδη , ὕπατε κρειόντων ,