24.417
ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι ,
24.418
τοὺς δʹ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
24.419
πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες ·
24.420
αὐτοὶ δʹ εἰς ἀγορὴν κίον ἀθρόοι , ἀχνύμενοι κῆρ .
24.421
αὐτὰρ ἐπεί ῥʹ ἤγερθεν ὁμηγερέες τʹ ἐγένοντο ,
24.422
τοῖσιν δʹ Εὐπείθης ἀνά θʹ ἵστατο καὶ μετέειπε ·
24.423
παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο ,
24.424
Ἀντινόου , τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς ·
24.425
τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν ·
24.426
ὦ φίλοι , ἦ μέγα ἔργον ἀνὴρ ὅδʹ ἐμήσατʹ Ἀχαιούς ·
24.427
τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
24.428
ὤλεσε μὲν νῆας γλαφυράς , ἀπὸ δʹ ὤλεσε λαούς ·
24.429
τοὺς δʹ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʹ ἀρίστους ,
24.430
ἀλλʹ ἄγετε , πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
24.431
ἢ καὶ ἐς Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί ,
24.432
ἴομεν · ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʹ αἰεί ·
24.433
λώβη γὰρ τάδε γʹ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι ,
24.434
εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
24.435
τισόμεθʹ . οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
24.436
ζωέμεν , ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην .
24.437
ἀλλʹ ἴομεν , μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι .
24.438
ὣς φάτο δάκρυ χέων , οἶκτος δʹ ἕλε πάντας Ἀχαιούς .
24.439
ἀγχίμολον δέ σφʹ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
24.440
ἐκ μεγάρων Ὀδυσῆος , ἐπεί σφεας ὕπνος ἀνῆκεν ,
24.441
ἔσταν δʹ ἐν μέσσοισι · τάφος δʹ ἕλεν ἄνδρα ἕκαστον .
24.442
τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς ·
24.443
κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι · οὐ γὰρ Ὀδυσσεὺς