24.388
ἐξ ἔργων μογέοντες , ἐπεὶ προμολοῦσα κάλεσσεν
24.389
μήτηρ γρηῦς Σικελή , ἥ σφεας τρέφε καί ῥα γέροντα
24.390
ἐνδυκέως κομέεσκεν , ἐπεὶ κατὰ γῆρας ἔμαρψεν .
24.391
οἱ δʹ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ ,
24.392
ἔσταν ἐνὶ μεγάροισι τεθηπότες · αὐτὰρ Ὀδυσσεὺς
24.393
μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν ·
24.394
ὦ γέρον , ἵζʹ ἐπὶ δεῖπνον , ἀπεκλελάθεσθε δὲ θάμβευς ·
24.395
δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
24.396
μίμνομεν ἐν μεγάροις , ὑμέας ποτιδέγμενοι αἰεί .
24.397
ὣς ἄρ ἔφη , Δολίος δʹ ἰθὺς κίε χεῖρε πετάσσας
24.398
ἀμφοτέρας , Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʹ ἐπὶ καρπῷ ,
24.399
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
24.400
ὦ φίλʹ , ἐπεὶ νόστησας ἐελδομένοισι μάλʹ ἡμῖν
24.401
οὐδʹ ἔτʹ ὀϊομένοισι , θεοὶ δέ σʹ ἀνήγαγον αὐτοί ,
24.402
οὖλέ τε καὶ μάλα χαῖρε , θεοὶ δέ τοι ὄλβια δοῖεν .
24.403
καί μοι τοῦτʹ ἀγόρευσον ἐτήτυμον , ὄφρʹ ἐῢ εἰδῶ ,
24.404
ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
24.405
νοστήσαντά σε δεῦρʹ , ἦ ἄγγελον ὀτρύνωμεν .
24.406
τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
24.407
ὦ γέρον , ἤδη οἶδε · τί σε χρὴ ταῦτα πένεσθαι ;
24.408
ὣς φάθʹ , ὁ δʹ αὖτις ἄρʹ ἕζετʹ ἐϋξέστου ἐπὶ δίφρου .
24.409
ὣς δʹ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʹ Ὀδυσῆα
24.410
δεικανόωντʹ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο ,
24.411
ἑξείης δʹ ἕζοντο παραὶ Δολίον , πατέρα σφόν .
24.412
ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο ·
24.413
Ὄσσα δʹ ἄρʹ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη ,
24.414
μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʹ ἐνέπουσα .
24.415
οἱ δʹ ἄρʹ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
24.416
μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʹ Ὀδυσῆος ,