24.358
ἀλλʹ ἴομεν προτὶ οἶκον , ὃς ὀρχάτου ἐγγύθι κεῖται ·
24.359
ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
24.360
προὔπεμψʹ , ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα .
24.361
ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά .
24.362
οἱ δʹ ὅτε δή ῥʹ ἵκοντο δόμους εὖ ναιετάοντας ,
24.363
εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
24.364
ταμνομένους κρέα πολλὰ κερῶντάς τʹ αἴθοπα οἶνον .
24.365
τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
24.366
ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ ,
24.367
ἀμφὶ δʹ ἄρα χλαῖναν καλὴν βάλεν · αὐτὰρ Ἀθήνη
24.368
ἄγχι παρισταμένη μέλεʹ ἤλδανε ποιμένι λαῶν ,
24.369
μείζονα δʹ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι .
24.370
ἐκ δʹ ἀσαμίνθου βῆ · θαύμαζε δέ μιν φίλος υἱός ,
24.371
ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην ·
24.372
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
24.373
ὦ πάτερ , ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
24.374
εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι .
24.375
τὸν δʹ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα ·
24.376
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
24.377
οἷος Νήρικον εἷλον , ἐϋκτίμενον πτολίεθρον ,
24.378
ἀκτὴν ἠπείροιο , Κεφαλλήνεσσιν ἀνάσσων ,
24.379
τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν ,
24.380
τεύχεʹ ἔχων ὤμοισιν , ἐφεστάμεναι καὶ ἀμύνειν
24.381
ἄνδρας μνηστῆρας · τῷ κε σφέων γούνατʹ ἔλυσα
24.382
πολλῶν ἐν μεγάροισι , σὺ δὲ φρένας ἔνδον ἐγήθεις .
24.383
ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον .
24.384
οἱ δʹ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
24.385
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε ·
24.386
ἔνθʹ οἱ μὲν δείπνῳ ἐπεχείρεον , ἀγχίμολον δὲ
24.387
ἦλθʹ ὁ γέρων Δολίος , σὺν δʹ υἱεῖς τοῖο γέροντος ,