24.329
σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές , ὄφρα πεποίθω .
24.330
τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.331
οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι ,
24.332
τὴν ἐν Παρνησῷ μʹ ἔλασεν σῦς λευκῷ ὀδόντι
24.333
οἰχόμενον · σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
24.334
ἐς πατέρʹ Αὐτόλυκον μητρὸς φίλον , ὄφρʹ ἂν ἑλοίμην
24.335
δῶρα , τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν .
24.336
εἰ δʹ ἄγε τοι καὶ δένδρεʹ ἐϋκτιμένην κατʹ ἀλωὴν
24.337
εἴπω , ἅ μοί ποτʹ ἔδωκας , ἐγὼ δʹ ᾔτεόν σε ἕκαστα
24.338
παιδνὸς ἐών , κατὰ κῆπον ἐπισπόμενος · διὰ δʹ αὐτῶν
24.339
ἱκνεύμεσθα , σὺ δʹ ὠνόμασας καὶ ἔειπες ἕκαστα .
24.340
ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας ,
24.341
συκέας τεσσαράκοντʹ · ὄρχους δέ μοι ὧδʹ ὀνόμηνας
24.342
δώσειν πεντήκοντα , διατρύγιος δὲ ἕκαστος
24.343
ἤην · ἔνθα δʹ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν —
24.344
ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν .
24.345
ὣς φάτο , τοῦ δʹ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ,
24.346
σήματʹ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʹ Ὀδυσσεύς .
24.347
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε · τὸν δὲ ποτὶ οἷ
24.348
εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς .
24.349
αὐτὰρ ἐπεί ῥʹ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη ,
24.350
ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε ·
24.351
Ζεῦ πάτερ , ἦ ῥα ἔτʹ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον ,
24.352
εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν .
24.353
νῦν δʹ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
24.354
ἐνθάδʹ ἐπέλθωσιν Ἰθακήσιοι , ἀγγελίας δὲ
24.355
πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι .
24.356
τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.357
θάρσει , μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .