24.300
ἀντιθέους θʹ ἑτάρους ; ἦ ἔμπορος εἰλήλουθας
24.301
νηὸς ἐπʹ ἀλλοτρίης , οἱ δʹ ἐκβήσαντες ἔβησαν ;
24.302
τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.303
τοιγὰρ ἐγώ τοι πάντα μάλʹ ἀτρεκέως καταλέξω .
24.304
εἰμὶ μὲν ἐξ Ἀλύβαντος , ὅθι κλυτὰ δώματα ναίω ,
24.305
υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος ·
24.306
αὐτὰρ ἐμοί γʹ ὄνομʹ ἐστὶν Ἐπήριτος · ἀλλά με δαίμων
24.307
πλάγξʹ ἀπὸ Σικανίης δεῦρʹ ἐλθέμεν οὐκ ἐθέλοντα ·
24.308
νηῦς δέ μοι ἥδʹ ἕστηκεν ἐπʹ ἀγροῦ νόσφι πόληος .
24.309
αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν ,
24.310
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης ,
24.311
δύσμορος · ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι ,
24.312
δεξιοί , οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον ,
24.313
χαῖρε δὲ κεῖνος ἰών · θυμὸς δʹ ἔτι νῶϊν ἐώλπει
24.314
μίξεσθαι ξενίῃ ἠδʹ ἀγλαὰ δῶρα διδώσειν .
24.315
ὣς φάτο , τὸν δʹ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ·
24.316
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
24.317
χεύατο κὰκ κεφαλῆς πολιῆς , ἁδινὰ στεναχίζων .
24.318
τοῦ δʹ ὠρίνετο θυμός , ἀνὰ ῥῖνας δέ οἱ ἤδη
24.319
δριμὺ μένος προὔτυψε φίλον πατέρʹ εἰσορόωντι .
24.320
κύσσε δέ μιν περιφὺς ἐπιάλμενος , ἠδὲ προσηύδα ·
24.321
κεῖνος μέν τοι ὅδʹ αὐτὸς ἐγώ , πάτερ , ὃν σὺ μεταλλᾷς ,
24.322
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν .
24.323
ἀλλʹ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος .
24.324
ἐκ γάρ τοι ἐρέω · μάλα δὲ χρὴ σπευδέμεν ἔμπης ·
24.325
μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι ,
24.326
λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα .
24.327
τὸν δʹ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε ·
24.328
εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʹ ἱκάνεις ,