24.501
ὤϊξάν ῥα θύρας , ἐκ δʹ ἤϊον , ἄρχε δʹ Ὀδυσσεύς .
24.502
τοῖσι δʹ ἐπʹ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
24.503
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν .
24.504
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς ·
24.505
αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν ·
24.506
Τηλέμαχʹ , ἤδη μὲν τόδε γʹ εἴσεαι αὐτὸς ἐπελθών ,
24.507
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι ,
24.508
μή τι καταισχύνειν πατέρων γένος , οἳ τὸ πάρος περ
24.509
ἀλκῇ τʹ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʹ αἶαν .
24.510
τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
24.511
ὄψεαι , αἴ κʹ ἐθέλῃσθα , πάτερ φίλε , τῷδʹ ἐπὶ θυμῷ
24.512
οὔ τι καταισχύνοντα τεὸν γένος , ὡς ἀγορεύεις .
24.513
ὣς φάτο , Λαέρτης δʹ ἐχάρη καὶ μῦθον ἔειπε ·
24.514
τίς νύ μοι ἡμέρη ἥδε , θεοὶ φίλοι ; ἦ μάλα χαίρω ·
24.515
υἱός θʹ υἱωνός τʹ ἀρετῆς πέρι δῆριν ἔχουσιν .
24.516
τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
24.517
ὦ Ἀρκεισιάδη , πάντων πολὺ φίλταθʹ ἑταίρων ,
24.518
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί ,
24.519
αἶψα μαλʹ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος .
24.520
ὣς φάτο , καί ῥʹ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
24.521
εὐξάμενος δʹ ἄρʹ ἔπειτα Διὸς κούρῃ μεγάλοιο ,
24.522
αἶψα μάλʹ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ,
24.523
καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου .
24.524
ἡ δʹ οὐκ ἔγχος ἔρυτο , διαπρὸ δὲ εἴσατο χαλκός ,
24.525
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχεʹ ἐπʹ αὐτῷ .
24.526
ἐν δʹ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός ,
24.527
τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι .
24.528
καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους ,