22.449 ,
22.450 ἀλλήλοισιν ἐρείδουσαι · σήμαινε δʹ Ὀδυσσεὺς
22.451 αὐτὸς ἐπισπέρχων · ταὶ δʹ ἐκφόρεον καὶ ἀνάγκῃ .
22.452 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
22.453 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον .
22.454 αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς
22.455 λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο
22.456 ξῦον · ταὶ δʹ ἐφόρεον δμῳαί , τίθεσαν δὲ θύραζε .
22.457 αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο ,
22.458 δμῳὰς δʹ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο ,
22.459 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς ,
22.460 εἴλεον ἐν στείνει , ὅθεν οὔ πως ἦεν ἀλύξαι .
22.461 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʹ ἀγορεύειν ·
22.462 μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
22.463 τάων , αἳ δὴ ἐμῇ κεφαλῇ κατʹ ὀνείδεα χεῦαν
22.464 μητέρι θʹ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον .
22.465 ὣς ἄρʹ ἔφη , καὶ πεῖσμα νεὸς κυανοπρῴροιο
22.466 κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο ,
22.467 ὑψόσʹ ἐπεντανύσας , μή τις ποσὶν οὖδας ἵκοιτο .
22.468 ὡς δʹ ὅτʹ ἂν κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
22.469 ἕρκει ἐνιπλήξωσι , τό θʹ ἑστήκῃ ἐνὶ θάμνῳ ,
22.470 αὖλιν ἐσιέμεναι , στυγερὸς δʹ ὑπεδέξατο κοῖτος ,
22.471 ὣς αἵ γʹ ἑξείης κεφαλὰς ἔχον , ἀμφὶ δὲ πάσαις
22.472 δειρῇσι βρόχοι ἦσαν , ὅπως οἴκτιστα θάνοιεν .
22.473 ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν .
22.474 ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν ·
22.475 τοῦ δʹ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ
22.476 τάμνον , μήδεά τʹ ἐξέρυσαν , κυσὶν ὠμὰ δάσασθαι ,
22.477 χεῖράς τʹ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ .
22.478 οἱ μὲν ἔπειτʹ ἀπονιψάμενοι χεῖράς τε πόδας τε
22.479 εἰς Ὀδυσῆα δόμονδε κίον , τετέλεστο δὲ ἔργον ·
22.480 αὐτὰρ γε προσέειπε φίλην τροφὸν