22.417 ἀλλʹ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον ,
22.418 αἵ τέ μʹ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν .
22.419 τὸν δʹ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
22.420 τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθείην καταλέξω .
22.421 πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
22.422 δμῳαί , τὰς μέν τʹ ἔργα διδάξαμεν ἐργάζεσθαι ,
22.423 εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι ·
22.424 τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν ,
22.425 οὔτʹ ἐμὲ τίουσαι οὔτʹ αὐτὴν Πηνελόπειαν .
22.426 Τηλέμαχος δὲ νέον μὲν ἀέξετο , οὐδέ μήτηρ
22.427 σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν .
22.428 ἀλλʹ ἄγʹ ἐγὼν ἀναβᾶσʹ ὑπερώϊα σιγαλόεντα
22.429 εἴπω σῇ ἀλόχῳ , τῇ τις θεὸς ὕπνον ἐπῶρσε .
22.430 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
22.431 μή πω τήνδʹ ἐπέγειρε · σὺ δʹ ἐνθάδε εἰπὲ γυναιξὶν
22.432 ἐλθέμεν , αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο .
22.433 ὣς ἄρʹ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
22.434 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι .
22.435 αὐτὰρ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
22.436 εἰς καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα ·
22.437 ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας ·
22.438 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
22.439 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν .
22.440 αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε ,
22.441 δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο ,
22.442 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς ,
22.443 θεινέμεναι ξίφεσιν τανυήκεσιν , εἰς κε πασέων
22.444 ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʹ Ἀφροδίτης ,
22.445 τὴν ἄρʹ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη .
22.446 ὣς ἔφαθʹ , αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι ,
22.447 αἴνʹ ὀλοφυρόμεναι , θαλερὸν κατὰ δάκρυ χέουσαι .
22.448 πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας ,
22.449 κὰδ δʹ ἄρʹ ὑπʹ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς