22.387 ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται ·
22.388 τῶν μέν τʹ Ἠέλιος φαέθων ἐξείλετο θυμόν ·
22.389 ὣς τότʹ ἄρα μνηστῆρες ἐπʹ ἀλλήλοισι κέχυντο .
22.390 δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς ·
22.391 Τηλέμαχʹ , εἰ δʹ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν ,
22.392 ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν .
22.393 ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί ,
22.394 κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν ·
22.395 δεῦρο δὴ ὄρσο , γρηῢ παλαιγενές , τε γυναικῶν
22.396 δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʹ ἡμετεράων ·
22.397 ἔρχεο · κικλήσκει σε πατὴρ ἐμός , ὄφρα τι εἴπῃ .
22.398 ὣς ἄρʹ ἐφώνησεν , τῇ δʹ ἄπτερος ἔπλετο μῦθος ,
22.399 ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων ,
22.400 βῆ δʹ ἴμεν · αὐτὰρ Τηλέμαχος πρόσθʹ ἡγεμόνευεν .
22.401 εὗρεν ἔπειτʹ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ,
22.402 αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα ,
22.403 ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο ·
22.404 πᾶν δʹ ἄρα οἱ στῆθός τε παρήϊά τʹ ἀμφοτέρωθεν
22.405 αἱματόεντα πέλει , δεινὸς δʹ εἰς ὦπα ἰδέσθαι ·
22.406 ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν .
22.407 δʹ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα ,
22.408 ἴθυσέν ῥʹ ὀλολύξαι , ἐπεὶ μέγα εἴσιδεν ἔργον ·
22.409 ἀλλʹ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ ,
22.410 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
22.411 ἐν θυμῷ , γρηῦ , χαῖρε καὶ ἴσχεο μηδʹ ὀλόλυζε ·
22.412 οὐχ ὁσίη κταμένοισιν ἐπʹ ἀνδράσιν εὐχετάασθαι .
22.413 τούσδε δὲ μοῖρʹ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα ·
22.414 οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων ,
22.415 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ὅτις σφέας εἰσαφίκοιτο ·
22.416 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον .