22.480 Εὐρύκλειαν ·
22.481 οἶσε θέειον , γρηΰ , κακῶν ἄκος , οἶσε δέ μοι πῦρ ,
22.482 ὄφρα θεειώσω μέγαρον · σὺ δὲ Πηνελόπειαν
22.483 ἐλθεῖν ἐνθάδʹ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί ·
22.484 πάσας δʹ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι .
22.485 τὸν δʹ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
22.486 ναὶ δὴ ταῦτά γε , τέκνον ἐμόν , κατὰ μοῖραν ἔειπες .
22.487 ἀλλʹ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʹ ἐνείκω ,
22.488 μηδʹ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους
22.489 ἕσταθʹ ἐνὶ μεγάροισι · νεμεσσητὸν δέ κεν εἴη .
22.490 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
22.491 πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω .
22.492 ὣς ἔφατʹ , οὐδʹ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια ,
22.493 ἤνεικεν δʹ ἄρα πῦρ καὶ θήϊον · αὐτὰρ Ὀδυσσεὺς
22.494 εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν .
22.495 γρηῢς δʹ αὖτʹ ἀπέβη διὰ δώματα κάλʹ Ὀδυσῆος
22.496 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι ·
22.497 αἱ δʹ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι .
22.498 αἱ μὲν ἄρʹ ἀμφεχέοντο καὶ ἠσπάζοντʹ Ὀδυσῆα ,
22.499 καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους
22.500 χεῖράς τʹ αἰνύμεναι · τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
22.501 κλαυθμοῦ καὶ στοναχῆς , γίγνωσκε δʹ ἄρα φρεσὶ πάσας .