15.477 ἀλλʹ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων ,
15.478 τὴν μὲν ἔπειτα γυναῖκα βάλʹ Ἄρτεμις ἰοχέαιρα ,
15.479 ἄντλῳ δʹ ἐνδούπησε πεσοῦσʹ ὡς εἰναλίη κήξ .
15.480 καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
15.481 ἔκβαλον · αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ ·
15.482 τοὺς δʹ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ ,
15.483 ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν .
15.484 οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι .
15.485 τὸν δʹ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ ·
15.486 Εὔμαιʹ , μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
15.487 ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ἄλγεα θυμῷ .
15.488 ἀλλʹ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
15.489 Ζεύς , ἐπεὶ ἀνδρὸς δώματʹ ἀφίκεο πολλὰ μογήσας
15.490 ἠπίου , ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
15.491 ἐνδυκέως , ζώεις δʹ ἀγαθὸν βίον · αὐτὰρ ἐγώ γε
15.492 πολλὰ βροτῶν ἐπὶ ἄστεʹ ἀλώμενος ἐνθάδʹ ἱκάνω .
15.493 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
15.494 καδδραθέτην δʹ οὐ πολλὸν ἐπὶ χρόνον , ἀλλὰ μίνυνθα ·
15.495 αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος . οἱ δʹ ἐπὶ χέρσου
15.496 Τηλεμάχου ἕταροι λύον ἱστία , κὰδ δʹ ἕλον ἱστὸν
15.497 καρπαλίμως , τὴν δʹ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς ·
15.498 ἐκ δʹ εὐνὰς ἔβαλον , κατὰ δὲ πρυμνήσιʹ ἔδησαν ·
15.499 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης ,
15.500 δεῖπνόν τʹ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον .
15.501 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ,
15.502 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων ·
15.503 ὑμεῖς μὲν νῦν ἄστυδʹ ἐλαύνετε νῆα μέλαιναν ,
15.504 αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας ·
15.505 ἑσπέριος δʹ εἰς ἄστυ ἰδὼν