15.505 ἐμὰ ἔργα κάτειμι .
15.506 ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην ,
15.507 δαῖτʹ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο .
15.508 τὸν δʹ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής ·
15.509 πῆ γὰρ ἐγώ , φίλε τέκνον , ἴω ; τεῦ δώμαθʹ ἵκωμαι
15.510 ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν ;
15.511 ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο ;
15.512 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
15.513 ἄλλως μέν σʹ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
15.514 ἔρχεσθʹ · οὐ γάρ τι ξενίων ποθή · ἀλλὰ σοὶ αὐτῷ
15.515 χεῖρον , ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι , οὐδέ σε μήτηρ
15.516 ὄψεται · οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʹ ἐνὶ οἴκῳ
15.517 φαίνεται , ἀλλʹ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει .
15.518 ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο ,
15.519 Εὐρύμαχον , Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν ,
15.520 τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι ·
15.521 καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
15.522 μητέρʹ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν .
15.523 ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος , αἰθέρι ναίων ,
15.524 εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ .
15.525 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις ,
15.526 κίρκος , Ἀπόλλωνος ταχὺς ἄγγελος · ἐν δὲ πόδεσσι
15.527 τίλλε πέλειαν ἔχων , κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
15.528 μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο .
15.529 τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
15.530 ἔν τʹ ἄρα οἱ φῦ χειρὶ ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
15.531 Τηλέμαχʹ , οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
15.532 ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα .
15.533 ὑμετέρου δʹ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
15.534 ἐν δήμῳ Ἰθάκης ,