15.420 τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
15.421 εὐνῇ καὶ φιλότητι , τά τε φρένας ἠπεροπεύει
15.422 θηλυτέρῃσι γυναιξί , καὶ κʹ εὐεργὸς ἔῃσιν .
15.423 εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι ·
15.424 δὲ μάλʹ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ ·
15.425 ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι ,
15.426 κούρη δʹ εἴμʹ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο ·
15.427 ἀλλά μʹ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
15.428 ἀγρόθεν ἐρχομένην , πέρασαν δέ τε δεῦρʹ ἀγαγόντες
15.429 τοῦδʹ ἀνδρὸς πρὸς δώμαθʹ · δʹ ἄξιον ὦνον ἔδωκε .
15.430 τὴν δʹ αὖτε προσέειπεν ἀνήρ , ὃς ἐμίσγετο λάθρη ·
15.431 ῥά κε νῦν πάλιν αὖτις ἅμʹ ἡμῖν οἴκαδʹ ἕποιο ,
15.432 ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
15.433 αὐτούς τʹ ; γὰρ ἔτʹ εἰσὶ καὶ ἀφνειοὶ καλέονται .
15.434 τὸν δʹ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ ·
15.435 εἴη κεν καὶ τοῦτʹ , εἴ μοι ἐθέλοιτέ γε , ναῦται ,
15.436 ὅρκῳ πιστωθῆναι ἀπήμονά μʹ οἴκαδʹ ἀπάξειν .
15.437 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν .
15.438 αὐτὰρ ἐπεί ῥʹ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον ,
15.439 τοῖς δʹ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ ·
15.440 σιγῇ νῦν , μή τίς με προσαυδάτω ἐπέεσσιν
15.441 ὑμετέρων ἑτάρων , ξυμβλήμενος ἐν ἀγυιῇ ,
15.442 που ἐπὶ κρήνῃ · μή τις ποτὶ δῶμα γέροντι
15.443 ἐλθὼν ἐξείπῃ , δʹ ὀϊσάμενος καταδήσῃ
15.444 δεσμῷ ἐν ἀργαλέῳ , ὑμῖν δʹ ἐπιφράσσετʹ ὄλεθρον .
15.445 ἀλλʹ ἔχετʹ ἐν φρεσὶ μῦθον , ἐπείγετε δʹ ὦνον ὁδαίων .
15.446 ἀλλʹ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται ,
15.447 ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʹ ἱκέσθω ·
15.448 οἴσω γὰρ