11.452 δʹ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
11.453 ὀφθαλμοῖσιν ἔασε · πάρος δέ με πέφνε καὶ αὐτόν .
11.454 ἄλλο δέ τοι ἐρέω , σὺ δʹ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
11.455 κρύβδην , μηδʹ ἀναφανδά , φίλην ἐς πατρίδα γαῖαν
11.456 νῆα κατισχέμεναι · ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν .
11.457 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
11.458 εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο ,
11.459 που ἐν Ὀρχομενῷ ἐν Πύλῳ ἠμαθόεντι ,
11.460 που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ ·
11.461 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης .
11.462 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.463 Ἀτρεΐδη , τί με ταῦτα διείρεαι ; οὐδέ τι οἶδα ,
11.464 ζώει γʹ τέθνηκε · κακὸν δʹ ἀνεμώλια βάζειν .
11.465 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
11.466 ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες ·
11.467 ἦλθε δʹ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
11.468 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
11.469 Αἴαντός θʹ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
11.470 τῶν ἄλλων Δαναῶν μετʹ ἀμύμονα Πηλεΐωνα .
11.471 ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
11.472 καί ῥʹ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
11.473 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.474 σχέτλιε , τίπτʹ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον ;
11.475 πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν , ἔνθα τε νεκροὶ
11.476 ἀφραδέες ναίουσι , βροτῶν εἴδωλα καμόντων ;
11.477 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.478 Ἀχιλεῦ Πηλῆος υἱέ , μέγα φέρτατʹ Ἀχαιῶν ,
11.479 ἦλθον Τειρεσίαο κατὰ χρέος , εἴ τινα βουλὴν
11.480 εἴποι , ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην ·
11.481 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς