11.424 βάλλον ἀποθνήσκων περὶ φασγάνῳ · δὲ κυνῶπις
11.425 νοσφίσατʹ , οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
11.426 χερσὶ κατʹ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʹ ἐρεῖσαι .
11.427 ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός ,
11.428 τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται ·
11.429 οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές ,
11.430 κουριδίῳ τεύξασα πόσει φόνον . τοι ἔφην γε
11.431 ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
11.432 οἴκαδʹ ἐλεύσεσθαι · δʹ ἔξοχα λυγρὰ ἰδυῖα
11.433 οἷ τε κατʹ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
11.434 θηλυτέρῃσι γυναιξί , καὶ κʹ ἐυεργὸς ἔῃσιν .
11.435 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
11.436 πόποι , μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
11.437 ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
11.438 ἐξ ἀρχῆς · Ἑλένης μὲν ἀπωλόμεθʹ εἵνεκα πολλοί ,
11.439 σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʹ ἐόντι .
11.440 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπε ·
11.441 τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι ·
11.442 μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν , ὅν κʹ ἐὺ εἰδῇς ,
11.443 ἀλλὰ τὸ μὲν φάσθαι , τὸ δὲ καὶ κεκρυμμένον εἶναι .
11.444 ἀλλʹ οὐ σοί γʹ , Ὀδυσεῦ , φόνος ἔσσεται ἔκ γε γυναικός ·
11.445 λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
11.446 κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια .
11.447 μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
11.448 ἐρχόμενοι πόλεμόνδε · πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
11.449 νήπιος , ὅς που νῦν γε μετʹ ἀνδρῶν ἵζει ἀριθμῷ ,
11.450 ὄλβιος · γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών ,
11.451 καὶ κεῖνος πατέρα προσπτύξεται , θέμις ἐστίν .