11.391 δάκρυον εἴβων ,
11.392 πιτνὰς εἰς ἐμὲ χεῖρας , ὀρέξασθαι μενεαίνων ·
11.393 ἀλλʹ οὐ γάρ οἱ ἔτʹ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς ,
11.394 οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι .
11.395 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ ,
11.396 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων ·
11.397 Ἀτρεΐδη κύδιστε , ἄναξ ἀνδρῶν Ἀγάμεμνον ,
11.398 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο ;
11.399 ἦε σέ γʹ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
11.400 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν ;
11.401 ἦέ σʹ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʹ ἐπὶ χέρσου
11.402 βοῦς περιταμνόμενον ἠδʹ οἰῶν πώεα καλά ,
11.403 ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν ;
11.404 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπε ·
11.405 διογενὲς Λαερτιάδη , πολυμήχανʹ Ὀδυσσεῦ ,
11.406 οὔτʹ ἐμέ γʹ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
11.407 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν ,
11.408 οὔτε μʹ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʹ ἐπὶ χέρσου ,
11.409 ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
11.410 ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ , οἶκόνδε καλέσσας ,
11.411 δειπνίσσας , ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ .
11.412 ὣς θάνον οἰκτίστῳ θανάτῳ · περὶ δʹ ἄλλοι ἑταῖροι
11.413 νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες ,
11.414 οἵ ῥά τʹ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
11.415 γάμῳ ἐράνῳ εἰλαπίνῃ τεθαλυίῃ .
11.416 ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας ,
11.417 μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ ·
11.418 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ ,
11.419 ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
11.420 κείμεθʹ ἐνὶ μεγάρῳ , δάπεδον δʹ ἅπαν αἵματι θῦεν .
11.421 οἰκτροτάτην δʹ ἤκουσα ὄπα Πριάμοιο θυγατρός ,
11.422 Κασσάνδρης , τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
11.423 ἀμφʹ ἐμοί , αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων