10.531 δὴ τότʹ ἔπειθʹ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
10.532 μῆλα , τὰ δὴ κατάκειτʹ ἐσφαγμένα νηλέι χαλκῷ ,
10.533 δείραντας κατακῆαι , ἐπεύξασθαι δὲ θεοῖσιν ,
10.534 ἰφθίμῳ τʹ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ ·
10.535 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.536 ἧσθαι , μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
10.537 αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι .
10.538 ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται , ὄρχαμε λαῶν ,
10.539 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
10.540 νόστον θʹ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα .
10.541 ὣς ἔφατʹ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς .
10.542 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν ·
10.543 αὐτὴ δʹ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη ,
10.544 λεπτὸν καὶ χαρίεν , περὶ δὲ ζώνην βάλετʹ ἰξυῖ
10.545 καλὴν χρυσείην , κεφαλῇ δʹ ἐπέθηκε καλύπτρην .
10.546 αὐτὰρ ἐγὼ διὰ δώματʹ ἰὼν ὤτρυνον ἑταίρους
10.547 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ·
10.548 μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον ,
10.549 ἀλλʹ ἴομεν · δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη .
10.550 ὣς ἐφάμην , τοῖσιν δʹ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
10.551 οὐδὲ μὲν οὐδʹ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους .
10.552 Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος , οὔτε τι λίην
10.553 ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς ·
10.554 ὅς μοι ἄνευθʹ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης ,
10.555 ψύχεος ἱμείρων , κατελέξατο οἰνοβαρείων .
10.556 κινυμένων δʹ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
10.557 ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
10.558 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν ,
10.559 ἀλλὰ καταντικρὺ τέγεος πέσεν · ἐκ δέ οἱ αὐχὴν
10.560 ἀστραγάλων ἐάγη , ψυχὴ δʹ Ἄϊδόσδε κατῆλθεν .
10.561 ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον ·
10.562 φάσθε νύ που