10.562 οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
10.563 ἔρχεσθʹ · ἄλλην δʹ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη ,
10.564 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
10.565 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο .
10.566 ὣς ἐφάμην , τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ ,
10.567 ἑζόμενοι δὲ κατʹ αὖθι γόων τίλλοντό τε χαίτας ·
10.568 ἀλλʹ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν .
10.569 ἀλλʹ ὅτε δή ῥʹ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
10.570 ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες ,
10.571 τόφρα δʹ ἄρʹ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
10.572 ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν ,
10.573 ῥεῖα παρεξελθοῦσα · τίς ἂν θεὸν οὐκ ἐθέλοντα
10.574 ὀφθαλμοῖσιν ἴδοιτʹ ἔνθʹ ἔνθα κιόντα ;