9.478 ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
9.479 ἐσθέμεναι · τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι .
9.480 ὣς ἐφάμην , δʹ ἔπειτα χολώσατο κηρόθι μᾶλλον ,
9.481 ἧκε δʹ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο ,
9.482 κὰδ δʹ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
9.483 τυτθόν , ἐδεύησεν δʹ οἰήιον ἄκρον ἱκέσθαι ,
9.484 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
9.485 τὴν δʹ αἶψʹ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα ,
9.486 πλημυρὶς ἐκ πόντοιο , θέμωσε δὲ χέρσον ἱκέσθαι .
9.487 αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
9.488 ὦσα παρέξ , ἑτάροισι δʹ ἐποτρύνας ἐκέλευσα
9.489 ἐμβαλέειν κώπῃς , ἵνʹ ὑπὲκ κακότητα φύγοιμεν ,
9.490 κρατὶ κατανεύων · οἱ δὲ προπεσόντες ἔρεσσον .
9.491 ἀλλʹ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν ,
9.492 καὶ τότε δὴ Κύκλωπα προσηύδων · ἀμφὶ δʹ ἑταῖροι
9.493 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος ·
9.494 σχέτλιε , τίπτʹ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα ;
9.495 ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
9.496 αὖτις ἐς ἤπειρον , καὶ δὴ φάμεν αὐτόθʹ ὀλέσθαι .
9.497 εἰ δὲ φθεγξαμένου τευ αὐδήσαντος ἄκουσε ,
9.498 σύν κεν ἄραξʹ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
9.499 μαρμάρῳ ὀκριόεντι βαλών · τόσσον γὰρ ἵησιν .
9.500 ὣς φάσαν , ἀλλʹ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν ,
9.501 ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ ·
9.502 Κύκλωψ , αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
9.503 ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν ,
9.504 φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι ,
9.505 υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκίʹ ἔχοντα .
9.506 ὣς ἐφάμην , δέ μʹ οἰμώξας ἠμείβετο μύθῳ ·
9.507 πόποι , μάλα δή με παλαίφατα θέσφαθʹ ἱκάνει .
9.508 ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε ,
9.509 Τήλεμος Εὐρυμίδης