9.448 οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν ,
9.449 ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʹ ἄνθεα ποίης
9.450 μακρὰ βιβάς , πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις ,
9.451 πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
9.452 ἑσπέριος · νῦν αὖτε πανύστατος . σύ γʹ ἄνακτος
9.453 ὀφθαλμὸν ποθέεις , τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
9.454 σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ ,
9.455 Οὖτις , ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον .
9.456 εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
9.457 εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει ·
9.458 τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
9.459 θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ , κὰδ δέ κʹ ἐμὸν κῆρ
9.460 λωφήσειε κακῶν , τά μοι οὐτιδανὸς πόρεν Οὖτις .
9.461 ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε .
9.462 ἐλθόντες δʹ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
9.463 πρῶτος ὑπʹ ἀρνειοῦ λυόμην , ὑπέλυσα δʹ ἑταίρους .
9.464 καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα , πίονα δημῷ ,
9.465 πολλὰ περιτροπέοντες ἐλαύνομεν , ὄφρʹ ἐπὶ νῆα
9.466 ἱκόμεθʹ . ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν ,
9.467 οἳ φύγομεν θάνατον , τοὺς δὲ στενάχοντο γοῶντες .
9.468 ἀλλʹ ἐγὼ οὐκ εἴων , ἀνὰ δʹ ὀφρύσι νεῦον ἑκάστῳ ,
9.469 κλαίειν , ἀλλʹ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
9.470 πόλλʹ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ .
9.471 οἱ δʹ αἶψʹ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,
9.472 ἑξῆς δʹ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
9.473 ἀλλʹ ὅτε τόσσον ἀπῆν , ὅσσον τε γέγωνε βοήσας ,
9.474 καὶ τότʹ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι ·
9.475 Κύκλωψ , οὐκ ἄρʹ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
9.476 ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι .
9.477 καὶ λίην σέ γʹ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα ,
9.478 σχέτλιʹ , ἐπεὶ