9.509 , ὃς μαντοσύνῃ ἐκέκαστο
9.510 καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν ·
9.511 ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω ,
9.512 χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς .
9.513 ἀλλʹ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
9.514 ἐνθάδʹ ἐλεύσεσθαι , μεγάλην ἐπιειμένον ἀλκήν ·
9.515 νῦν δέ μʹ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
9.516 ὀφθαλμοῦ ἀλάωσεν , ἐπεί μʹ ἐδαμάσσατο οἴνῳ .
9.517 ἀλλʹ ἄγε δεῦρʹ , Ὀδυσεῦ , ἵνα τοι πὰρ ξείνια θείω
9.518 πομπήν τʹ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον ·
9.519 τοῦ γὰρ ἐγὼ πάϊς εἰμί , πατὴρ δʹ ἐμὸς εὔχεται εἶναι .
9.520 αὐτὸς δʹ , αἴ κʹ ἐθέλῃσʹ , ἰήσεται , οὐδέ τις ἄλλος
9.521 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων .
9.522 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
9.523 αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
9.524 εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω ,
9.525 ὡς οὐκ ὀφθαλμόν γʹ ἰήσεται οὐδʹ ἐνοσίχθων .
9.526 ὣς ἐφάμην , δʹ ἔπειτα Ποσειδάωνι ἄνακτι
9.527 εὔχετο χεῖρʹ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα ·
9.528 κλῦθι , Ποσείδαον γαιήοχε κυανοχαῖτα ,
9.529 εἰ ἐτεόν γε σός εἰμι , πατὴρ δʹ ἐμὸς εὔχεαι εἶναι ,
9.530 δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʹ ἱκέσθαι
9.531 υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκίʹ ἔχοντα .
9.532 ἀλλʹ εἴ οἱ μοῖρʹ ἐστὶ φίλους τʹ ἰδέειν καὶ ἱκέσθαι
9.533 οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν ,
9.534 ὀψὲ κακῶς ἔλθοι , ὀλέσας ἄπο πάντας ἑταίρους ,
9.535 νηὸς ἐπʹ ἀλλοτρίης , εὕροι δʹ ἐν πήματα οἴκῳ .
9.536 ὣς ἔφατʹ εὐχόμενος , τοῦ δʹ ἔκλυε κυανοχαίτης .
9.537 αὐτὰρ γʹ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
9.538 ἧκʹ ἐπιδινήσας , ἐπέρεισε δὲ ἶνʹ ἀπέλεθρον ,
9.539 κὰδʹ δʹ ἔβαλεν