4.800 ὀδυρομένην γοόωσαν
4.801 παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος .
4.802 ἐς θάλαμον δʹ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα ,
4.803 στῆ δʹ ἄρ ὑπὲρ κεφαλῆς , καί μιν πρὸς μῦθον ἔειπεν ·
4.804 εὕδεις , Πηνελόπεια , φίλον τετιημένη ἦτορ ;
4.805 οὐ μέν σʹ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
4.806 κλαίειν οὐδʹ ἀκάχησθαι , ἐπεί ῥʹ ἔτι νόστιμός ἐστι
4.807 σὸς παῖς · οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι .
4.808 τὴν δʹ ἠμείβετʹ ἔπειτα περίφρων Πηνελόπεια ,
4.809 ἡδὺ μάλα κνώσσουσʹ ἐν ὀνειρείῃσι πύλῃσιν ·
4.810 τίπτε , κασιγνήτη , δεῦρʹ ἤλυθες ; οὔ τι πάρος γε
4.811 πωλέʹ , ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις ·
4.812 καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʹ ὀδυνάων
4.813 πολλέων , αἵ μʹ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν ,
4.814 πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα ,
4.815 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν ,
4.816 ἐσθλόν , τοῦ κλέος εὐρὺ καθʹ Ἑλλάδα καὶ μέσον Ἄργος ·
4.817 νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός ,
4.818 νήπιος , οὔτε πόνων ἐὺ εἰδὼς οὔτʹ ἀγοράων .
4.819 τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι περ ἐκείνου ·
4.820 τοῦ δʹ ἀμφιτρομέω καὶ δείδια , μή τι πάθῃσιν ,
4.821 γε τῶν ἐνὶ δήμῳ , ἵνʹ οἴχεται , ἐνὶ πόντῳ ·
4.822 δυσμενέες γὰρ πολλοὶ ἐπʹ αὐτῷ μηχανόωνται ,
4.823 ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι .
4.824 τὴν δʹ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν ·
4.825 θάρσει , μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην ·
4.826 τοίη γάρ οἱ πομπὸς ἅμʹ ἔρχεται , ἥν τε καὶ ἄλλοι
4.827 ἀνέρες ἠρήσαντο παρεστάμεναι , δύναται γάρ ,
4.828 Παλλὰς Ἀθηναίη · σὲ δʹ ὀδυρομένην ἐλεαίρει ·