4.829 νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι .
4.830 τὴν δʹ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
4.831 εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς ,
4.832 εἰ δʹ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον ,
4.833 που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ,
4.834 ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι .
4.835 τὴν δʹ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν ·
4.836 οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω ,
4.837 ζώει γʹ τέθνηκε · κακὸν δʹ ἀνεμώλια βάζειν .
4.838 ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
4.839 ἐς πνοιὰς ἀνέμων . δʹ ἐξ ὕπνου ἀνόρουσε
4.840 κούρη Ἰκαρίοιο · φίλον δέ οἱ ἦτορ ἰάνθη ,
4.841 ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ .
4.842 μνηστῆρες δʹ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
4.843 Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες .
4.844 ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα ,
4.845 μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης ,
4.846 Ἀστερίς , οὐ μεγάλη · λιμένες δʹ ἔνι ναύλοχοι αὐτῇ
4.847 ἀμφίδυμοι · τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί .