4.681 ;
4.682 εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
4.683 ἔργων παύσασθαι , σφίσι δʹ αὐτοῖς δαῖτα πένεσθαι ;
4.684 μὴ μνηστεύσαντες μηδʹ ἄλλοθʹ ὁμιλήσαντες
4.685 ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν ·
4.686 οἳ θάμʹ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν ,
4.687 κτῆσιν Τηλεμάχοιο δαΐφρονος · οὐδέ τι πατρῶν
4.688 ὑμετέρων τὸ πρόσθεν ἀκούετε , παῖδες ἐόντες ,
4.689 οἷος Ὀδυσσεὺς ἔσκε μεθʹ ὑμετέροισι τοκεῦσιν ,
4.690 οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
4.691 ἐν δήμῳ , τʹ ἐστὶ δίκη θείων βασιλήων ·
4.692 ἄλλον κʹ ἐχθαίρῃσι βροτῶν , ἄλλον κε φιλοίη .
4.693 κεῖνος δʹ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει .
4.694 ἀλλʹ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
4.695 φαίνεται , οὐδέ τίς ἐστι χάρις μετόπισθʹ ἐυεργέων .
4.696 τὴν δʹ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς ·
4.697 αἲ γὰρ δή , βασίλεια , τόδε πλεῖστον κακὸν εἴη .
4.698 ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
4.699 μνηστῆρες φράζονται , μὴ τελέσειε Κρονίων ·
4.700 Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
4.701 οἴκαδε νισόμενον · δʹ ἔβη μετὰ πατρὸς ἀκουὴν
4.702 ἐς Πύλον ἠγαθέην ἠδʹ ἐς Λακεδαίμονα δῖαν .
4.703 ὣς φάτο , τῆς δʹ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ,
4.704 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε · τὼ δέ οἱ ὄσσε
4.705 δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
4.706 ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε ·
4.707 κῆρυξ , τίπτε δέ μοι πάϊς οἴχεται ; οὐδέ τί μιν χρεὼ
4.708 νηῶν ὠκυπόρων ἐπιβαινέμεν , αἵ θʹ ἁλὸς ἵπποι
4.709 ἀνδράσι γίγνονται , περόωσι δὲ πουλὺν ἐφʹ ὑγρήν .
4.710 ἵνα μηδʹ ὄνομʹ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται ;
4.711 τὴν δʹ ἠμείβετʹ ἔπειτα Μέδων πεπνυμένα εἰδώς ·