4.652 δῆμον ἀριστεύουσι μεθʹ ἡμέας ,
4.653 οἵ οἱ ἕποντʹ · ἐν δʹ ἀρχὸν ἐγὼ βαίνοντʹ ἐνόησα
4.654 Μέντορα , ἠὲ θεόν , τῷ δʹ αὐτῷ πάντα ἐῴκει .
4.655 ἀλλὰ τὸ θαυμάζω · ἴδον ἐνθάδε Μέντορα δῖον
4.656 χθιζὸν ὑπηοῖον , τότε δʹ ἔμβη νηὶ Πύλονδε .
4.657 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός ,
4.658 τοῖσιν δʹ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ .
4.659 μνηστῆρας δʹ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων .
4.660 τοῖσιν δʹ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός ,
4.661 ἀχνύμενος · μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
4.662 πίμπλαντʹ , ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην ·
4.663 πόποι , μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
4.664 Τηλεμάχῳ ὁδὸς ἥδε · φάμεν δέ οἱ οὐ τελέεσθαι .
4.665 ἐκ τοσσῶνδʹ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
4.666 νῆα ἐρυσσάμενος , κρίνας τʹ ἀνὰ δῆμον ἀρίστους .
4.667 ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι · ἀλλά οἱ αὐτῷ
4.668 Ζεὺς ὀλέσειε βίην , πρὶν ἥβης μέτρον ἱκέσθαι .
4.669 ἀλλʹ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʹ ἑταίρους ,
4.670 ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
4.671 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης ,
4.672 ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός .
4.673 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπῄνεον ἠδʹ ἐκέλευον .
4.674 αὐτίκʹ ἔπειτʹ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος .
4.675 οὐδʹ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
4.676 μύθων , οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον ·
4.677 κῆρυξ γάρ οἱ ἔειπε Μέδων , ὃς ἐπεύθετο βουλὰς
4.678 αὐλῆς ἐκτὸς ἐών · οἱ δʹ ἔνδοθι μῆτιν ὕφαινον .
4.679 βῆ δʹ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ ·
4.680 τὸν δὲ κατʹ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια ·
4.681 κῆρυξ , τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί