4.622 ἐυήνορα οἶνον ·
4.623 σῖτον δέ σφʹ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον .
4.624 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο .
4.625 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
4.626 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
4.627 ἐν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος , ὕβριν ἔχοντες .
4.628 Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής ,
4.629 ἀρχοὶ μνηστήρων , ἀρετῇ δʹ ἔσαν ἔξοχʹ ἄριστοι .
4.630 τοῖς δʹ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
4.631 Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν ·
4.632 Ἀντίνοʹ , ῥά τι ἴδμεν ἐνὶ φρεσίν , ἦε καὶ οὐκί ,
4.633 ὁππότε Τηλέμαχος νεῖτʹ ἐκ Πύλου ἠμαθόεντος ;
4.634 νῆά μοι οἴχετʹ ἄγων · ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
4.635 Ἤλιδʹ ἐς εὐρύχορον διαβήμεναι , ἔνθα μοι ἵπποι
4.636 δώδεκα θήλειαι , ὑπὸ δʹ ἡμίονοι ταλαεργοὶ
4.637 ἀδμῆτες · τῶν κέν τινʹ ἐλασσάμενος δαμασαίμην .
4.638 ὣς ἔφαθʹ , οἱ δʹ ἀνὰ θυμὸν ἐθάμβεον · οὐ γὰρ ἔφαντο
4.639 ἐς Πύλον οἴχεσθαι Νηλήιον , ἀλλά που αὐτοῦ
4.640 ἀγρῶν μήλοισι παρέμμεναι ἠὲ συβώτη .
4.641 τὸν δʹ αὖτʹ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός ·
4.642 νημερτές μοι ἔνισπε , πότʹ ᾤχετο καὶ τίνες αὐτῷ
4.643 κοῦροι ἕποντʹ ; Ἰθάκης ἐξαίρετοι , ἑοὶ αὐτοῦ
4.644 θῆτές τε δμῶές τε ; δύναιτό κε καὶ τὸ τελέσσαι .
4.645 καί μοι τοῦτʹ ἀγόρευσον ἐτήτυμον , ὄφρʹ ἐὺ εἰδῶ ,
4.646 σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν ,
4.647 ἦε ἑκών οἱ δῶκας , ἐπεὶ προσπτύξατο μύθῳ .
4.648 τὸν δʹ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα ·
4.649 αὐτὸς ἑκών οἱ δῶκα · τί κεν ῥέξειε καὶ ἄλλος ,
4.650 ὁππότʹ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
4.651 αἰτίζῃ ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη .
4.652 κοῦροι δʹ , οἳ κατὰ