4.595 εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʹ ἀνεχοίμην
4.596 ἥμενος , οὐδέ κέ μʹ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων ·
4.597 αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
4.598 τέρπομαι . ἀλλʹ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
4.599 ἐν Πύλῳ ἠγαθέῃ · σὺ δέ με χρόνον ἐνθάδʹ ἐρύκεις .
4.600 δῶρον δʹ ὅττι κέ μοι δοίης , κειμήλιον ἔστω ·
4.601 ἵππους δʹ εἰς Ἰθάκην οὐκ ἄξομαι , ἀλλὰ σοὶ αὐτῷ
4.602 ἐνθάδε λείψω ἄγαλμα · σὺ γὰρ πεδίοιο ἀνάσσεις
4.603 εὐρέος , ἔνι μὲν λωτὸς πολύς , ἐν δὲ κύπειρον
4.604 πυροί τε ζειαί τε ἰδʹ εὐρυφυὲς κρῖ λευκόν .
4.605 ἐν δʹ Ἰθάκῃ οὔτʹ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών ·
4.606 αἰγίβοτος , καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο .
4.607 οὐ γάρ τις νήσων ἱππήλατος οὐδʹ ἐυλείμων ,
4.608 αἵ θʹ ἁλὶ κεκλίαται · Ἰθάκη δέ τε καὶ περὶ πασέων .
4.609 ὣς φάτο , μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος ,
4.610 χειρί τέ μιν κατέρεξεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
4.611 αἵματός εἰς ἀγαθοῖο , φίλον τέκος , οἷʹ ἀγορεύεις ·
4.612 τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω · δύναμαι γάρ .
4.613 δώρων δʹ ὅσσʹ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται ,
4.614 δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστιν ·
4.615 δώσω τοι κρητῆρα τετυγμένον · ἀργύρεος δὲ
4.616 ἔστιν ἅπας , χρυσῷ δʹ χείλεα κεκράανται ,
4.617 ἔργον δʹ Ἡφαίστοιο . πόρεν δέ Φαίδιμος ἥρως ,
4.618 Σιδονίων βασιλεύς , ὅθʹ ἑὸς δόμος ἀμφεκάλυψε
4.619 κεῖσέ με νοστήσαντα · τεῒν δʹ ἐθέλω τόδʹ ὀπάσσαι .
4.620 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
4.621 δαιτυμόνες δʹ ἐς δώματʹ ἴσαν θείου βασιλῆος .
4.622 οἱ δʹ ἦγον μὲν μῆλα , φέρον δʹ