4.564 ξανθὸς Ῥαδάμανθυς ,
4.565 τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν ·
4.566 οὐ νιφετός , οὔτʹ ἂρ χειμὼν πολὺς οὔτε ποτʹ ὄμβρος ,
4.567 ἀλλʹ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
4.568 Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους ·
4.569 οὕνεκʹ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι .
4.570 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα .
4.571 αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʹ ἀντιθέοις ἑτάροισιν
4.572 ἤια , πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι .
4.573 αὐτὰρ ἐπεί ῥʹ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν ,
4.574 δόρπον θʹ ὁπλισάμεσθʹ , ἐπί τʹ ἤλυθεν ἀμβροσίη νύξ ,
4.575 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
4.576 ἦμος δʹ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
4.577 νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν ,
4.578 ἐν δʹ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς ,
4.579 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον ·
4.580 ἑξῆς δʹ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
4.581 ἂψ δʹ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
4.582 στῆσα νέας , καὶ ἔρεξα τεληέσσας ἑκατόμβας .
4.583 αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων ,
4.584 χεῦʹ Ἀγαμέμνονι τύμβον , ἵνʹ ἄσβεστον κλέος εἴη .
4.585 ταῦτα τελευτήσας νεόμην , ἔδοσαν δέ μοι οὖρον
4.586 ἀθάνατοι , τοί μʹ ὦκα φίλην ἐς πατρίδʹ ἔπεμψαν .
4.587 ἀλλʹ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν ,
4.588 ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται ·
4.589 καὶ τότε σʹ εὖ πέμψω , δώσω δέ τοι ἀγλαὰ δῶρα ,
4.590 τρεῖς ἵππους καὶ δίφρον ἐύξοον · αὐτὰρ ἔπειτα
4.591 δώσω καλὸν ἄλεισον , ἵνα σπένδῃσθα θεοῖσιν
4.592 ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα .
4.593 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
4.594 Ἀτρεΐδη , μὴ δή με πολὺν χρόνον ἐνθάδʹ ἔρυκε .
4.595 καὶ γάρ κʹ