4.479 τοὶ οὐρανὸν εὐρὺν ἔχουσι ·
4.480 καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί , ἣν σὺ μενοινᾷς .
4.481 ὣς ἔφατʹ , αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ ,
4.482 οὕνεκά μʹ αὖτις ἄνωγεν ἐπʹ ἠεροειδέα πόντον
4.483 Αἴγυπτόνδʹ ἰέναι , δολιχὴν ὁδὸν ἀργαλέην τε .
4.484 ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον ·
4.485 ταῦτα μὲν οὕτω δὴ τελέω , γέρον , ὡς σὺ κελεύεις .
4.486 ἀλλʹ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον ,
4.487 πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί ,
4.488 οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες ,
4.489 ἦέ τις ὤλετʹ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
4.490 ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσεν .
4.491 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπεν ·
4.492 Ἀτρεΐδη , τί με ταῦτα διείρεαι ; οὐδέ τί σε χρὴ
4.493 ἴδμεναι , οὐδὲ δαῆναι ἐμὸν νόον · οὐδέ σέ φημι
4.494 δὴν ἄκλαυτον ἔσεσθαι , ἐπὴν ἐὺ πάντα πύθηαι .
4.495 πολλοὶ μὲν γὰρ τῶν γε δάμεν , πολλοὶ δὲ λίποντο ·
4.496 ἀρχοὶ δʹ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
4.497 ἐν νόστῳ ἀπόλοντο · μάχῃ δέ τε καὶ σὺ παρῆσθα .
4.498 εἷς δʹ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ .
4.499 Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι .
4.500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
4.501 πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης ·
4.502 καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ ,
4.503 εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʹ ἀάσθη ·
4.504 φῆ ῥʹ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης .
4.505 τοῦ δὲ Ποσειδάων μεγάλʹ ἔκλυεν αὐδήσαντος ·
4.506 αὐτίκʹ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
4.507 ἤλασε Γυραίην πέτρην , ἀπὸ δʹ ἔσχισεν αὐτήν ·
4.508 καὶ τὸ