4.451 δʹ ἀριθμόν ·
4.452 ἐν δʹ ἡμέας πρώτους λέγε κήτεσιν , οὐδέ τι θυμῷ
4.453 ὠΐσθη δόλον εἶναι · ἔπειτα δὲ λέκτο καὶ αὐτός .
4.454 ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʹ , ἀμφὶ δὲ χεῖρας
4.455 βάλλομεν · οὐδʹ γέρων δολίης ἐπελήθετο τέχνης ,
4.456 ἀλλʹ τοι πρώτιστα λέων γένετʹ ἠυγένειος ,
4.457 αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς ·
4.458 γίγνετο δʹ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον ·
4.459 ἡμεῖς δʹ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ .
4.460 ἀλλʹ ὅτε δή ῥʹ ἀνίαζʹ γέρων ὀλοφώια εἰδώς ,
4.461 καὶ τότε δή μʹ ἐπέεσσιν ἀνειρόμενος προσέειπε ·
4.462 τίς νύ τοι , Ἀτρέος υἱέ , θεῶν συμφράσσατο βουλάς ,
4.463 ὄφρα μʹ ἕλοις ἀέκοντα λοχησάμενος ; τέο σε χρή ;
4.464 ὣς ἔφατʹ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
4.465 οἶσθα , γέρον , τί με ταῦτα παρατροπέων ἐρεείνεις ;
4.466 ὡς δὴ δήθʹ ἐνὶ νήσῳ ἐρύκομαι , οὐδέ τι τέκμωρ
4.467 εὑρέμεναι δύναμαι , μινύθει δέ μοι ἔνδοθεν ἦτορ .
4.468 ἀλλὰ σύ πέρ μοι εἰπέ , θεοὶ δέ τε πάντα ἴσασιν ,
4.469 ὅς τίς μʹ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου ,
4.470 νόστον θʹ , ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα .
4.471 ὣς ἐφάμην , δέ μʹ αὐτίκʹ ἀμειβόμενος προσέειπεν ·
4.472 ἀλλὰ μάλʹ ὤφελλες Διί τʹ ἄλλοισίν τε θεοῖσι
4.473 ῥέξας ἱερὰ κάλʹ ἀναβαινέμεν , ὄφρα τάχιστα
4.474 σὴν ἐς πατρίδʹ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον .
4.475 οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʹ ἰδέειν καὶ ἱκέσθαι
4.476 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ,
4.477 πρίν γʹ ὅτʹ ἂν Αἰγύπτοιο , διιπετέος ποταμοῖο ,
4.478 αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʹ ἱερὰς ἑκατόμβας
4.479 ἀθανάτοισι θεοῖσι ,