3.415 ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως ,
3.416 πὰρ δʹ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες .
3.417 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ ·
3.418 καρπαλίμως μοι , τέκνα φίλα , κρηήνατʹ ἐέλδωρ ,
3.419 ὄφρʹ τοι πρώτιστα θεῶν ἱλάσσομʹ Ἀθήνην ,
3.420 μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν .
3.421 ἀλλʹ ἄγʹ μὲν πεδίονδʹ ἐπὶ βοῦν , ἴτω , ὄφρα τάχιστα
3.422 ἔλθῃσιν , ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ ·
3.423 εἷς δʹ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
3.424 πάντας ἰὼν ἑτάρους ἀγέτω , λιπέτω δὲ δύʹ οἴους ·
3.425 εἷς δʹ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
3.426 ἐλθεῖν , ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ .
3.427 οἱ δʹ ἄλλοι μένετʹ αὐτοῦ ἀολλέες , εἴπατε δʹ εἴσω
3.428 δμῳῇσιν κατὰ δώματʹ ἀγακλυτὰ δαῖτα πένεσθαι ,
3.429 ἕδρας τε ξύλα τʹ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ .
3.430 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐποίπνυον . ἦλθε μὲν ἂρ βοῦς
3.431 ἐκ πεδίου , ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
3.432 Τηλεμάχου ἕταροι μεγαλήτορος , ἦλθε δὲ χαλκεὺς
3.433 ὅπλʹ ἐν χερσὶν ἔχων χαλκήια , πείρατα τέχνης ,
3.434 ἄκμονά τε σφῦραν τʹ ἐυποίητόν τε πυράγρην ,
3.435 οἷσίν τε χρυσὸν εἰργάξετο · ἦλθε δʹ Ἀθήνη
3.436 ἱρῶν ἀντιόωσα . γέρων δʹ ἱππηλάτα Νέστωρ
3.437 χρυσὸν ἔδωχʹ · δʹ ἔπειτα βοὸς κέρασιν περίχευεν
3.438 ἀσκήσας , ἵνʹ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα .
3.439 βοῦν δʹ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων .
3.440 χέρνιβα δέ σφʹ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
3.441 ἤλυθεν ἐκ θαλάμοιο φέρων , ἑτέρῃ δʹ ἔχεν οὐλὰς
3.442 ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
3.443 ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων .
3.444 Περσεὺς δʹ ἀμνίον εἶχε · γέρων δʹ