3.444 ἱππηλάτα Νέστωρ
3.445 χέρνιβά τʹ οὐλοχύτας τε κατήρχετο , πολλὰ δʹ Ἀθήνῃ
3.446 εὔχετʹ ἀπαρχόμενος , κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων .
3.447 αὐτὰρ ἐπεί ῥʹ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο ,
3.448 αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
3.449 ἤλασεν ἄγχι στάς · πέλεκυς δʹ ἀπέκοψε τένοντας
3.450 αὐχενίους , λῦσεν δὲ βοὸς μένος . αἱ δʹ ὀλόλυξαν
3.451 θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
3.452 Νέστορος , Εὐρυδίκη , πρέσβα Κλυμένοιο θυγατρῶν .
3.453 οἱ μὲν ἔπειτʹ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
3.454 ἔσχον · ἀτὰρ σφάξεν Πεισίστρατος , ὄρχαμος ἀνδρῶν .
3.455 τῆς δʹ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη , λίπε δʹ ὀστέα θυμός ,
3.456 αἶψʹ ἄρα μιν διέχευαν , ἄφαρ δʹ ἐκ μηρία τάμνον
3.457 πάντα κατὰ μοῖραν , κατά τε κνίσῃ ἐκάλυψαν
3.458 δίπτυχα ποιήσαντες , ἐπʹ αὐτῶν δʹ ὠμοθέτησαν .
3.459 καῖε δʹ ἐπὶ σχίζῃς γέρων , ἐπὶ δʹ αἴθοπα οἶνον
3.460 λεῖβε · νέοι δὲ παρʹ αὐτὸν ἔχον πεμπώβολα χερσίν .
3.461 αὐτὰρ ἐπεὶ κατὰ μῆρʹ ἐκάη καὶ σπλάγχνα πάσαντο ,
3.462 μίστυλλόν τʹ ἄρα τἆλλα καὶ ἀμφʹ ὀβελοῖσιν ἔπειραν ,
3.463 ὤπτων δʹ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες .
3.464 τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη ,
3.465 Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο .
3.466 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʹ ἐλαίῳ ,
3.467 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα ,
3.468 ἔκ ῥʹ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος ·
3.469 πὰρ δʹ γε Νέστορʹ ἰὼν κατʹ ἄρʹ ἕζετο , ποιμένα λαῶν .
3.470 οἱ δʹ ἐπεὶ ὤπτησαν κρέʹ ὑπέρτερα καὶ ἐρύσαντο ,
3.471 δαίνυνθʹ ἑζόμενοι · ἐπὶ δʹ ἀνέρες ἐσθλοὶ ὄροντο
3.472 οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν .
3.473 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο