3.356 ·
3.357 εὖ δὴ ταῦτά γʹ ἔφησθα , γέρον φίλε · σοὶ δὲ ἔοικεν
3.358 Τηλέμαχον πείθεσθαι , ἐπεὶ πολὺ κάλλιον οὕτως .
3.359 ἀλλʹ οὗτος μὲν νῦν σοὶ ἅμʹ ἕψεται , ὄφρα κεν εὕδῃ
3.360 σοῖσιν ἐνὶ μεγάροισιν · ἐγὼ δʹ ἐπὶ νῆα μέλαιναν
3.361 εἶμʹ , ἵνα θαρσύνω θʹ ἑτάρους εἴπω τε ἕκαστα .
3.362 οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι ·
3.363 οἱ δʹ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται ,
3.364 πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο .
3.365 ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
3.366 νῦν · ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
3.367 εἶμʹ ἔνθα χρεῖός μοι ὀφέλλεται , οὔ τι νέον γε
3.368 οὐδʹ ὀλίγον . σὺ δὲ τοῦτον , ἐπεὶ τεὸν ἵκετο δῶμα ,
3.369 πέμψον σὺν δίφρῳ τε καὶ υἱέι · δὸς δέ οἱ ἵππους ,
3.370 οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι .
3.371 ὣς ἄρα φωνήσασʹ ἀπέβη γλαυκῶπις Ἀθήνη
3.372 φήνῃ εἰδομένη · θάμβος δʹ ἕλε πάντας ἰδόντας .
3.373 θαύμαζεν δʹ γεραιός , ὅπως ἴδεν ὀφθαλμοῖς ·
3.374 Τηλεμάχου δʹ ἕλε χεῖρα , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
3.375 φίλος , οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι ,
3.376 εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται .
3.377 οὐ μὲν γάρ τις ὅδʹ ἄλλος Ὀλύμπια δώματʹ ἐχόντων ,
3.378 ἀλλὰ Διὸς θυγάτηρ , κυδίστη Τριτογένεια ,
3.379 τοι καὶ πατέρʹ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα .
3.380 ἀλλὰ ἄνασσʹ ἵληθι , δίδωθι δέ μοι κλέος ἐσθλόν ,
3.381 αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι ·
3.382 σοὶ δʹ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
3.383 ἀδμήτην , ἣν οὔ πω ὕπὸ ζυγὸν ἤγαγεν ἀνήρ ·
3.384 τήν τοι ἐγὼ ῥέξω χρυσὸν